Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.313 Joseph. AJ 18.318 (English) >>Joseph. AJ 18.321

18.316προελθόντες γὰρ ἐπὶ τὸ ἄμαχον καὶ κατασκευάσαντες ἀκρόπολιν διέπεμπον πρὸς τοὺς νέμοντας φόρον αὐτοῖς κελεύοντες καταβάλλειν τῶν βοσκημάτων, ἀρκοῦσα ἐπιτροφὴ γίνοιτʼ ἄν, προστιθέντες φιλίαν τε πειθομένοις καὶ ἄμυναν τῶν ἀλλαχόθεν ποθὲν πολεμίων, σφαγὰς δὲ τῶν ποιμνίων ἀπειθοῦσιν. 18.317οἱ δέ, οὐ γὰρ ἦν ἕτερα παρʼ αὐτὰ ποιεῖν, ἠκροῶντο καὶ τῶν προβάτων ἔστελλον ὁπόσα κελευσθεῖεν, ὥστε δὴ καὶ πλείων αὐτοῖς συνελέγετο ἰσχὺς κύριοί τε ἦσαν ἐφʼ οἷς βουλεύσειαν ἐκ τοῦ ὀξέος ἐλαύνοντες κακουργεῖν. θεραπεύειν τε αὐτοὺς ἦρκτο πᾶς προστυγχάνων, καὶ ἦσαν φοβεροὶ καὶ τοῖς πειρασομένοις, ὥστʼ ἤδη προύκοπτε λόγος περὶ αὐτῶν κἀπὶ τοῦ Πάρθων βασιλέως. 18.318

δὲ τῆς Βαβυλωνίας σατράπης μαθὼν ταῦτα καὶ βουληθεὶς ἔτι φυομένους κωλῦσαι πρίν τι μεῖζον κακὸν ἐξ αὐτῶν ἀναστῆναι, συλλέξας στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ τῶν Παρθυαίων καὶ τῶν Βαβυλωνίων ἤλασε πρὸς αὐτοὺς, φθῆναι θέλων προσβαλὼν ἐξελεῖν πρὶν ἐξάγγελτος γενέσθαι κατασκευάζων τὸν στρατόν. 18.319περικαθίσας δὲ τὸ ἕλος ἡσύχαζεν, καὶ κατὰ τὴν ἐπιοῦσαν, ἦν δὲ σάββατον ἀργίας παντὸς χρήματος Ἰουδαίοις ἡμέρα, οἰόμενος οὐ τολμήσειν ἀντιστατήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλὰ ἀμαχεὶ λαβὼν ἄξειν δεδεμένους, κατὰ βραχὺ δὲ προσῄει χρῄζων αἰφνίδιον ποιεῖσθαι τὴν ἐπίπτωσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.313 Joseph. AJ 18.318 (English) >>Joseph. AJ 18.321

Powered by PhiloLogic